Και φέτος όπως και πέρσι και πάντοτε επίκαιρο. Αξίζει νατο ξαναδιαβάσουμε...
Πόρνης ἐπεθύμει ὁ Θεός; Ναί, πόρνης· τῆς φύσεως τῆς ἡμετέρας λέγω. Πόρνης ἐπεθύμει ὁ Θεός; Καὶ ἄνθρωπος μέν, ἐὰν ἐπιθυμήσῃ πόρνης καταδικάζεται, Θεός δὲ πόρνης ἐπιθυμεῖ; Καὶ πάνυ. Πάλιν ἄνθρωπος ἐπιθυμεῖ πόρνης, ἵνα γένηται πόρνος· Θεὸς δὲ ἐπιθυμεῖ πόρνης, ἵνα τὴν πόρνην παρθένον ἐργάσηται… Ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης; Καὶ τί; Ἵνα γένηται νυμφίος. Τί ποιεῖ; Οὐ πέμπει πρὸς αὐτὴν οὐδένα τῶν δούλων, οὐ πέμπει ἀρχάγγελον, οὐ πέμπει τὰ Χερουβίμ, οὐ πέμπει τὰ Σεραφίμ· ἀλλ᾿ αὐτὸς παραγίνεται ὁ ἐρῶν.
Ἐπεθύμησε πόρνης· καὶ τί ποιεῖ;… Ἐπειδὴ αὐτὴ οὐκ ἠδύνατο ἀναβῆναι ἄνω, αὐτὸς κατέβη κάτω. Πρὸς τὴν πόρνην ἔρχεται καὶ οὐκ αἰσχύνεται… Καὶ πῶς ἔρχεται; Οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ γίνεται, ὅπερ ἦν ἡ πόρνη, οὐ τῇ γνώμῃ, ἀλλὰ τῇ φύσει… ἵνα μὴ ἰδοῦσα αὐτὸν πτοηθῇ, ἵνα μὴ ἀποπηδήσῃ, ἵνα μὴ φύγῃ. Ἔρχεται πρὸς τὴν πόρνην καὶ γίνεται ἄνθρωπος…Εἰς μήτραν κυοφορεῖται καί αὔξεται κατὰ μικρὸν…. Τίς; Ἡ οἰκονομία, οὐχ ἡ θεότης· ἡ τοῦ δούλου μορφή, οὐχ ἡ τοῦ Δεσπότου· ἡ σὰρξ ἡ ἐμὴ, οὐχ ἡ οὐσία ἐκείνου· αὔξεται κατὰ μικρόν καὶ μίγνυται ἀνθρώποις· καίτοι εὑρίσκει αὐτὴν ἐλκῶν γέμουσαν, ἐκτεθηριωμένην, ὑπὸ δαιμόνων πεφορτισμένην· καὶ τί ποιεῖ; Προσέρχεται αὐτῇ. Εἶδεν ἐκείνη καὶ ἔφυγε.
Καλεῖ μάγους. Τί φοβεῖσθε; Οὔκ εἰμι κριτής, ἀλλ᾿ ἰατρός· «οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον»… Κεῖται ἐν φάτνῃ ὁ τὴν οἰκουμένην βαστάζων, καὶ ἐσπαργάνωται ὁ πάντα περιέπων. Κεῖται ὁ ναός καὶ ἐνοκεῖ ὁ Θεός. Καὶ ἔρχονται μάγοι, καὶ προσκυνοῦσιν εὐθέως· ἔρχεται τελώνης καὶ γίνεται εὐαγγελιστής· ἔρχεται πόρνη καὶ γίνεται παρθένος… Τοῦτο ἐρῶντος, τὸ μὴ ἀπαιτῆσαι εὐθύνας ἁμαρτημάτων, ἀλλὰ συγχωρῆσαι παρανομήματα πλημμελημάτων. Καὶ τί ποιεῖ; Λαμβάνει αὐτήν, ἀρμόζεται αὐτήν. Καὶ τί αὐτῇ δίδωσι; Δακτύλιον. Τὸ Πνεῦμα τὸ ἅγιον αὐτῇ δίδωσιν. Εἶτα φησίν· οὐκ εἰς παράδεισόν σε ἐφύτευσα; Λέγει, ναί. Καὶ πῶς ἐξέπεσες ἐκεῖθεν; Ἦλθεν ὁ διάβολος καὶ ἔλαβέ με ἀπὸ τοῦ παραδείσου. Ἐφυτεύθης ἐν τῷ παραδείσῳ καὶ ἔβαλέ σε ἔξω· ἰδοὺ φυτεύω σε ἐν ἐμαυτῷ, ἐγὼ σε βαστάζω… Οὐδὲ εἰς τὸν οὐρανόν σε ἀνάγω· ἀλλὰ μεῖζον ἐνταῦθα τοῦ οὐρανοῦ… Ἀλλὰ ἁμαρτωλός εἰμι καὶ ἀκάθαρτος. Μὴ σοι μελέτω, ἰατρός εἰμι. Οἶδα τὸ σκεῦος τὸ ἐμὸν, οἶδα πῶς διεστράφη… Ἀναπλάττω νυν αὐτὸ διὰ λουτροῦ παλιγγενεσίας…
Ιωάννου Χρυσοστόμου, «Ότε της Εκκλησίας έξω ευρεθείς Ευτρόπιος απεσπάσθη» (απόσπασμα)
Χριστούγεννα. Μετά από ένα τέτοιο εκπληκτικό μαργαριτάρι, πώς να μιλήσει κανείς σήμερα για πράγματα χοϊκά; Σήμερα ένας χαροποιός λυγμός, λυτήριος της θλίψης, καταυγάζει πυρεμφορούμενος τα σύμπαντα. Γένους γαρ βροτείου δερχθείς ποτνιωμένου, βροτός εδείχθη ο Παντεπόπτης Λόγος. Σήμερον τα επίγεια επληρώθησαν χαράς μετά δέους και τα υποχθόνια τω τρόμω εδονήθησαν. Η νερτέρα χθών νυν επικράνθη και ενεπαίχθη. Γιατί πίστευε βέβαια πως είναι κραταιά και πανσθενής. Μα τώρα η εξουσία της αποδείχτηκε φενάκη.