ΑΘΛΟΦΟΡΕ ΑΓΙΕ ΚΑΙ ΙΑΜΑΤΙΚΕ ΠΑΝΤΕΛΕΗΜΟΝ, ΠΡΕΣΒΕΥΕ ΤΩ ΕΛΕΗΜΟΝΙ ΘΕΩ, ΙΝΑ ΠΤΑΙΣΜΑΤΩΝ ΑΦΕΣΙΝ, ΠΑΡΑΣΧΗ ΤΑΙΣ ΨΥΧΑΙΣ ΗΜΩΝ.

Σάββατο 16 Νοεμβρίου 2013

Το ακρωτηριασμένο χέρι του Οσίου Μαξίμου του Ομολογητού



Όπως είναι γνωστό από τον βίο του, ο Όσιος Μάξιμος ο Ομολογητής συνελήφθη και προσήχθη στην Κωνσταντινούπολη από τον μονοφυσίτη αυτοκράτορα Κώνστα Β΄ με τις κατηγορίες της απείθειας σε αυτοκρατορικό διάταγμα, αλλά και της αίρεσης. Θα δικαστεί και θα καταδικαστεί συνολικά τρεις φορές σε εξορία, αλλά την τρίτη φορά ο Όσιος (μαζί και οι συνοδοί μαθητές του) θα βασανιστεί, θα του κοπεί η γλώσσα από τον φάρυγγα και επιπλέον το δεξί χέρι, ούτως ώστε ούτε να μπορεί να ομιλεί, ούτε να γράφει. Μάλιστα, όπως περιγράφεται στον βίο του, τα αποκομμένα μέλη θα κρεμαστούν πάνω του και θα διαπομπευτεί στους δρόμους της Κωνσταντινούπολης, καθώς μεταφέρονταν στον τελευταίο τόπο της εξορίας του.

Όμως αυτό το ακρωτηριασμένο χέρι του Οσίου, ενάντια σε όλες τις περιστάσεις, θα διασωθεί και ταξιδεύοντας διαμέσου των αιώνων και των ιστορικών μεταβολών θα "αναπαυτεί" από τον 12ο αιώνα και μετά στην Ιερά Μονή Αγίου Παύλου Αγίου Όρους. Θεωρείται μάλιστα και το μόνο γνωστό λείψανο του Οσίου Μαξίμου του Ομολογητού. 

Δείτε περισσότερες φωτογραφίες παρακάτω από πρόσφατες ιερές περιοδείες της τιμίας χείρας του Οσίου στη Ρουμανία και Βουλγαρία:  

Ὁ γὰρ τῆς πόλεως αὐτοὺς παραλαβὼν ἔπαρχος, καὶ ἐν τῷ πραιτωρίῳ εἰσαγαγών, πρῶτα μὲν τὸν θεῖον Μάξιμον ἐκ τεσσάρων τείνας, νεύροις ἀπεσκληκόσιν ἐκέλευε τύπτεσθαι· μὴ γῆρας αὐτοῦ κατοικτίσας ὁ μιαρός, μὴ τὰ κατεῤῥικνωμένα τῶν σαρκῶν μέλη, μὴ σῶμα ἐκεῖνο τὸ νηστείᾳ καὶ πόνοις δαπανηθέν· ἀλλ᾿ οὕτως ὠμῶς ἔξαινεν, ὡς καὶ τῷ πλήθει τοῦ καταῤῥέοντος αἵματος, τὸ ὑποκείμενον ἔδαφος ἅπαν φοινίξαι, καὶ σάρκας πάσας δαπανῆσαι, καὶ μηδὲ βραχὺ τῶν μελῶν ὑγιὲς ἐναπολιπεῖν.
 
Εἶτα ὁ θηριώδης, καὶ πρὸς τὸν αὐτοῦ μέτεισι μαθητήν· ἑξῆς δὲ καὶ πρὸς τὸν ἐκείνου συνώνυμον, πολλὰς καὶ αὐτοῖς ἐπιθεὶς τὰς πληγάς, καὶ μωλώπων ὑποπλέους ἀπεργασάμενος· ἐπιστήσας τούτοις καὶ κήρυκας, ταῦτα μαστιζομένοις ἐπιβοῶντας· "Οἱ τοῖς βασιλικοῖς ἀπειθοῦντες θεσπίσμασι, καὶ ἀνένδοτοι μένοντες, οὕτω παθεῖν ἄξιοι." Οὓς δὴ καὶ μικρὰ πνέοντας, φέροντες τῇ εἱρκτῇ ἐναπέῤῥιψαν.
 
Καὶ τὸ ἑξῆς παριστῶσι τὸν ὅσιον συνάμα καὶ τῷ μαθητῇ, ὅλον τοῖς μώλωψιν ἐστιγμένον, ὅλον ἐξῳδηκότα, ὅλον ταῖς πληγαῖς ἐμφλεγμαίνοντα· ὃν καὶ οὕτως ὀδυνῶν ἔχοντα, δρᾶσαι ὅμως ἐπ᾿ αὐτὸν καὶ ἄλλα χείρω οὐκ ἀπέσχοντο, τὴν φύσιν παντάπασι διωσάμενοι. Γλῶσσαν γὰρ ἐκείνην τὴν θεολόγον, καὶ τοὺς λόγους ὑπὲρ ποταμοὺς βλύσασαν, ἔνδον ἀπὸ τοῦ φάρυγγος καὶ τῆς παραψαυούσης ἐπιγλωττίδος, παρανόμως ἐκτέμνουσιν· ὡς ἂν τοῦ φωνητικοῦ ἀφαιρεθέντος ὀργάνου, συναφαιρεθείη καὶ λόγος τούτῳ καὶ διδασκαλία· καὶ σιγῶν εἴη ἄφθογγος. Ἀλλ᾿ οὐκ ἔμελλες, ὦ καλὲ Μάξιμε, καὶ τὴν γλῶσσαν τεμνόμενος, σιωπᾷν· οὐδὲ λόγους ἐκείνους τοὺς ἡδίστους μὴ κελαδεῖν· ἀλλ᾿ ὁ γλῶσσαν καταρτίζων νηπίων, καὶ ἄλαλον θεὶς φθέγξασθαι καὶ κωφόν, αὐτὸς καὶ σὲ παρὰ δόξαν καὶ φθέγγεσθαι πεποίηκε, καὶ λαλεῖν, καὶ μεῖζον ἢ πρόσθεν διηρθρωμένους τοὺς λόγους προΐεσθαι.
  
Ἐπεὶ δὲ τὸ αὐτὸ κἀν τῷ μαθητῇ Ἀναστασίῳ ἔδρασαν, καὶ γλῶσσαν κἀκείνῳ ἔνδον ἀπέτεμον, ἡ αὐτὴ ἦν καὶ τοῦτον ἐνισχύουσα χάρις· καὶ λόγον διδοῦσα δίχα τοῦ φωνοῦντος ὀργάνου, πολὺν τινα τοῦτον παραδόξως καὶ ἄφθονον. Ἐφ᾿ ᾧ καὶ μείζονι φθόνῳ πληγέντες οἱ μιαροί, καὶ ἄλλην τοῖς γενναῖοις καινοτέραν βάσανον προσεπῆγον· ὥσπερ ἀδικεῖν νομίζοντες, εἰ μὴ πᾶσαν πεῖραν δεινῶν ἐπὶ τούτοις κινήσαιεν· οὓς καὶ πολλῷ βέλτιον ἦν θανάτῳ ὑπεξαγαγεῖν, καθὸ καὶ ἦν ἐκείνοις δοκοῦν, ἢ οὕτω παραδοῦναι κολάσεσι. Σχοίνοις γὰρ λεπταῖς τὸν μακάριον ἐνειλίσαντες, καὶ στρέβλαις πανταχόθεν πιέσαντες, σμίλῃ καὶ σφύρᾳ τὴν δεξιὰν τῶν χειρῶν ἀποκόπτουσι, καὶ ἐπ᾿ ἐδάφους ῥίπτουσιν· εἶθ᾿ ὡς εἶχον, καὶ πρὸς τὸν σύναθλον μετίασιν Ἀναστάσιον· τὴν ἴσην κἀκεῖνον τιμωρίας εἰσπράττοντες, ἵν᾿ ἔχοι πάντως καὶ τῆς ἴσης δόξης τὴν παραπόλαυσιν. Οὓς καὶ ἀγλώττους καὶ ἄχειρας ἐκβαλόντες τοῦ πραιτωρίου, εἷλκον καὶ περιῆγον κατὰ τὴν ἀγοράν, τὰ κεκομμένα θεατρίζοντες μέλη, καὶ κραυγαῖς ἀσήμοις χρώμενοι· καὶ τωθασμοῖς αὐτοὺς καὶ σκώμμασι βάλλοντες. Ἐφ᾿ ᾧ καὶ μετὰ τὴν ἄτιμον ἐκείνην περιαγωγήν, ἐξορίᾳ μακροτάτῃ παραδιδόασι· μεθ᾿ ἅμα καὶ τοῦ ἀποκρισιαρίου Ἀναστασίου· τοῦτο γε μόνον καλῶς ποιησάμενοι τοὺς ἁγίους, οἱ ἐναγεῖς, ἑαυτῶν ἀποδιαστείλαντες.


πηγή:http://leipsanothiki.blogspot.gr/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου